Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.78 Dem. 20.81 (English) >>Dem. 20.84

20.80ἐπειδὴ δὲ τοὐναντίον ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ ναῦς ἔλαβεν, τρισχιλίους δʼ αἰχμαλώτους, δέκα δὲ καὶ ἑκατὸν τάλαντʼ ἀπέφηνεν, τοσαῦτα δʼ ἔστησε τρόπαια, τηνικαῦτα δʼ οὐκ ἔσται κύριʼ αὐτῷ τὰ δοθέντʼ ἐπὶ τούτοις; καὶ μήν, ἄνδρες Ἀθηναῖοι, καὶ ζῶν πάνθʼ ὑπὲρ ὑμῶν φανήσεται πράξας Χαβρίας, καὶ τὴν τελευτὴν αὐτὴν τοῦ βίου πεποιημένος οὐχ ὑπὲρ ἄλλου τινός, ὥστε δικαίως ἂν οὐ μόνον διὰ τὰ ζῶντι πεπραγμένα φαίνοισθʼ εὐνοϊκῶς διακείμενοι πρὸς τὸν υἱὸν αὐτοῦ, ἀλλὰ καὶ διὰ ταύτην. 20.81ἄξιον τοίνυν, ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο σκοπεῖν, ὅπως μὴ φανούμεθα φαυλότεροι Χίων περὶ τοὺς εὐεργέτας γεγενημένοι. εἰ γὰρ ἐκεῖνοι μέν, ἐφʼ οὓς μεθʼ ὅπλων ἦλθεν ἐν ἐχθροῦ τάξει, μηδὲν ὧν ἔδοσαν πρότερον νῦν ἀφῄρηνται, ἀλλὰ τὰς πάλαι χάριτας μείζους τῶν καινῶν ἐγκλημάτων πεποίηνται, ὑμεῖς δέ, ὑπὲρ ὧν ἐπʼ ἐκείνους ἐλθὼν ἐτελεύτησεν, ἀντὶ τοῦ διὰ ταῦτʼ ἔτι μᾶλλον αὐτὸν τιμᾶν καὶ τῶν ἐπὶ ταῖς πρότερον εὐεργεσίαις τι δοθέντων ἀφῃρημένοι φανήσεσθε, πῶς οὐκ εἰκότως αἰσχύνην ἕξετε; 20.82καὶ μὴν καὶ κατʼ ἐκεῖνʼ ἀνάξιʼ ἂν εἴη πεπονθὼς παῖς εἴ <τι> τῆς δωρειᾶς ἀφαιρεθείη, καθʼ πολλάκις ὑμῶν στρατηγήσαντος Χαβρίου οὐδενὸς πώποθʼ υἱὸς ὀρφανὸς διʼ ἐκεῖνον ἐγένετο, αὐτὸς δʼ ἐν ὀρφανίᾳ τέθραπται διὰ τὴν πρὸς ὑμᾶς φιλοτιμίαν τοῦ πατρός. οὕτω γὰρ ὡς ἀληθῶς ἔμοιγε φαίνεται βεβαίως πως ἐκεῖνος φιλόπολις, ὥστε δοκῶν καὶ ὢν ἀσφαλέστατος στρατηγὸς ἁπάντων, ὑπὲρ μὲν ὑμῶν, ὁπόθʼ ἡγοῖτο, ἐχρῆτο τούτῳ, ὑπὲρ αὑτοῦ δέ, ἐπειδὴ τὸ καθʼ αὑτὸν ἐτάχθη κινδυνεύειν, παρεῖδε, καὶ μᾶλλον εἵλετο μὴ ζῆν καταισχῦναι τὰς παρʼ ὑμῶν ὑπαρχούσας αὐτῷ τιμάς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.78 Dem. 20.81 (English) >>Dem. 20.84

Powered by PhiloLogic